Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.75 Joseph. AJ 14.79 (English) >>Joseph. AJ 14.84

14.77

Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες· τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις, 14.78καὶ προσέτι πλείω μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρʼ ἡμῶν εἰσεπράξαντο, καὶ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν ἀνδρῶν ἐγένετο. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. 14.79Πομπήιος δὲ τήν τε κοίλην ἄλλην Συρίαν ἕως Εὐφράτου ποταμοῦ καὶ Αἰγύπτου Σκαύρῳ παραδοὺς καὶ δύο τάγματα Ῥωμαίων ἐπὶ Κιλικίας ᾤχετο ἐπειγόμενος εἰς Ῥώμην. ἐπήγετο δὲ μετὰ τῆς γενεᾶς καὶ Ἀριστόβουλον δεδεμένον· δύο γὰρ ἦσαν αὐτῷ θυγατέρες καὶ τοσοῦτοι υἱεῖς, ὧν Ἀλέξανδρος μὲν ἀπέδρα, δὲ νεώτερος Ἀντίγονος συναπεκομίζετο εἰς Ῥώμην ἅμα ταῖς ἀδελφαῖς. 14.80

Σκαύρου δʼ ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος κατʼ ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν. 14.81πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος οὐχ ἧττον αὐτὸς συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.75 Joseph. AJ 14.79 (English) >>Joseph. AJ 14.84

Powered by PhiloLogic